Η Ασπίδα του Αχιλλέα

Ο ΤΕΛΕΥΤΑΙΟΣ ΛΟΓΟΣ ΤΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ

Εικόνα από:parisis.files.wordpress.com

῾Ομοίως δὲ καὶ ὁ βασιλεὺς τῇ αὐτῇ ὀδυνηρᾶ. ἑσπέρᾳ τῆς Δευτέρας συνάξας πάντας τοὺς ἐν τέλει ἄρχοντας καὶ ἀρχομένους δημάρχους καὶ ἑκατοντάρχους καὶ ἑτέρους προκρίτους στρατιώτας, ταῦτα ἔφη:

«῞Υμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται, ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς,καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατὸν ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος κατσπίῃ ἡμᾶς.

Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν,τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσαρά τινα ὀφειλέται κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν. Πρῶτον μὲν γὰρ ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς Χριστοῦ κυρίου, καἵ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ὑπὲρ πάντων τούτων.

῾Ημεῖς ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ρωμαλεότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις. Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριάριθμος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾽ ἡμῶν μετὰ βαναύσου καὶ ἐπηρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὥρᾳ ὀλίγῃ ταῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι. Δι’ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι,ὅτι, εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ρωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρεσκευασμένοι ὑπάρχετε.

Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. ῾Η δεξιὰ ὑμῶν ἡ τὴν ρομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμοι. ῝Α οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾽ οὔτε κέκτηνται. Καὶ ἡμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπτόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Δι’ ὅ, ὦ συστρατιῶται, γίνεσθαι ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ…

Αἱ πέλται ὑμῶν καὶ ρομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ’ ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζώων, ὡς αὐτοὶ εἰσί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων ῾Ελλήνων καὶ Ρωμαίων. Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ᾽Αμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην ἥν εἴχομεν ἔλυσεν,καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ’ οὐδενὸς λογιζόμενος, καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενὸν τοῦ ᾽Ασωμάτου, ἵνα καθ’ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς.

Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους ἤδη πυριαλώτους ἐ-ποίησεν. Τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὗρεν, ἐθα-νάτωσε καὶ ἠχμαλώτευσε. Τὴν φιλίαν ἡμῶν ἔλυσε. Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονταὶ, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἑψήνοντος τοὺς κοχλίαςκαὶ εἰπόντος, ὦ ἀνόητα ζῷα, καὶ τὰ ἑξῆς. ᾽Ελθὼν οὖν, ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ’ ἐκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὕρῃ καιρὸν ἐπιτήδειον, ἵνα καταπίῃ ἡμᾶςκαὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας βασιλεὺς Κωνσταντῖνος ἐκεῖνος, καὶ τῇ πανάγνῳ Δεσποίνῃ ἡμῶν Θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέρωσε καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν ῾Ελλήνων, τὸ καύχημα πᾶσι τοῖς οὖσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν…

Τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα προσκυνεῖται ἡ ἁγία Τριὰς και δοξολογεῖται τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τοῦ αὐτοῦ ψευδοπροφήτου Μωάμεθ καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων. Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε, ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γευήσεται»

᾽Ακούσαντες δὲ πάντες καρδίαν ὡς, λέοντες ἐποίησαν, καὶ ἀλλήλοις συγχωρηθέντες ᾔτουν εἷς τῷ ἑτέρῳ καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων τέκνων μνημονεύοντες οὔτε γυναικῶν ἤ πλούτου φροντίζοντες, εἰμὴ μόνον τοῦ ἀποθανεῖν ἴνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε, καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν.

῾Ο δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα καὶ θεῖα μυ-στήρια μετέλαβεν. ῾Ομοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν.

«Χρονικὸν» Γεώργιος Φραντζῆς ἢ Σφραντζῆς

 

ΝΕΟΕΛΛΗΝΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
Α ́ ΛΥΚΕΙΟΥ
Λ. ΒΡΑΝΟΥΣΗ – Β. ΣΦΥΡΟΕΡΑ, Γ. ΚΑΛΑΜΑΤΙΑΝΟΥ
Κ. ΡΩΜΑΙΟΥ – Π. ΠΑΡΡΗ
Advertisements

Single Post Navigation

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

ΕΠΙΓΟΝΟΣ

Ελεύθερος άνθρωπος, ελεύθερη σκέψη.

Yanis Varoufakis

THOUGHTS FOR THE POST-2008 WORLD

ΓΙΑΝΗΣ ΒΑΡΟΥΦΑΚΗΣ

Υποψήφιος Β' Αθηνών με τον ΣΥΡΙΖΑ: ΣΚΕΨΕΙΣ ΠΡΙΝ ΤΙΣ ΚΑΛΠΕΣ ΤΗΣ 25ης ΙΑΝΟΥΑΡΙΟΥ

ΕΝΩΣΗ ΕΛΛΗΝΩΝ ΣΥΝΕΛΕΥΣΕΙΣ ΠΟΛΙΤΩΝ ΔΗΜΟΚΡΑΤΙΚΗ ΠΛΑΝΗΤΙΚΗ ΠΟΛΙΤΙΚΗ ΚΟΙΝΟΤΗΤΑ

ΜΠΟΡΕΙΤΕ ΝΑ ΣΥΜΒΑΛΕΤΕ ΣΤΗΝ ΔΗΜΟΣΙΑ ΔΙΑΒΟΥΛΕΥΣΗ ΕΔΩ ΣΤΗΝ ΣΧΕΤΙΚΗ ΘΕΜΑΤΟΛΟΓΙΑ ΜΑΣ ΠΟΥ ΕΚΘΕΤΟΥΜΕ ΤΙΣ ΑΠΟΨΕΙΣ ΜΑΣ ΓΙΑ ΤΗΝ ΣΥΓΚΡΟΤΗΣΗ ΤΗΣ ΕΝΩΣΗΣ ΕΛΛΗΝΩΝ ΣΥΝΕΛΕΥΣΕΙΣ ΠΟΛΙΤΩΝ ΔΗΜΟΚΡΑΤΙΚΗ ΠΛΑΝΗΤΙΚΗ ΠΟΛΙΤΙΚΗ ΚΟΙΝΟΤΗΤΑ. ΓΕΝΟΣ ΙΕΡΟ ΕΛΛΗΝΩΝ ΑΘΑΝΑΤΩΝ ΘΕΩΝ ΕΣΣΕΤΑΙ ΗΜΑΡ ΑΦΥΠΝΙΣΤΕ ΤΗΝ ΑΡΕΤΗ ΚΑΙ ΤΗΝ ΣΥΜΠΑΝΤΙΚΗ ΓΝΩΣΗ ΤΗΣ ΨΥΧΗΣ ΣΑΣ ΕΚ ΖΗΝΟΣ ΕΝΩΘΕΙΤΕ ΜΑΖΙ ΜΑΣ ΓΙΑ ΝΑ ΔΙΩΞΟΥΜΕ ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ ΤΟ ΣΚΟΤΟΣ ΤΗΝ ΑΓΝΩΣΙΑ ΤΗΝ ΚΑΚΙΑ ΤΗΝ ΑΕΡΓΙΑ ΚΑΙ ΤΟΥΣ ΥΠΗΡΕΤΕΣ ΤΟΥΣ …ΓΙΑ ΝΑ ΔΗΜΙΟΥΡΓΗΣΟΥΜΕ ΤΗΝ ΚΟΙΝΩΝΙΑ ΤΗΣ ΑΡΜΟΝΙΑΣ ΤΗΣ ΑΡΙΣΤΕΙΑΣ ΤΗΣ ΑΡΕΤΗΣ ΤΗΣ ΑΦΘΟΝΙΑΣ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ΚΑΙ ΤΗΣ ΚΟΙΝΩΝΙΟΚΡΑΤΙΑΣ

Jo Di graphics

Το blog με όλες τις δημιουργίες από το Jo Di graphics

Vamvoukas' Blog

Καθηγητής Οικονομικού Πανεπιστημίου Αθηνών ( πρώην ΑΣΟΕΕ)

Χείλων

Ιστολόγιο Κλασσικών & Φυσικών Επιστημών

myathensnotes

a blog on Athens

ΑΒΕΡΩΦ

Διαδικτυακό Θωρηκτό

Macedonian Ancestry

"I thank the gods for being Greek" - Alexander the Great

Yannis Ioannou,cartoonist

cartoons and satyrical comics ,Yannis Ioannou

sotosblog

«Ο άνθρωπος που δεν είναι ικανός να αντλεί διαρκώς από μέσα του νέους πόθους, μαζί κι έναν καινούργιο εαυτό, να γυρίζει ως επιβεβαίωση την πλάτη στο παρωχημένο και σαπισμένο, αυτός δεν είναι άνθρωπος: είναι ένας μπουρζουάς, ένας φαρμακοτρίφτης, ένας ουτιδανός.» Αμεντέο Μοντιλιάνι (http://www.modigliani-foundation.org)

ΣΤΗΝ ΠΡΕΣΑ

ΠΟΛΥΜΟΡΦΙΚΗ ΕΝΗΜΕΡΩΣΗ

ΤΑ ΑΣΤΕΡΙΑ ΤΗΣ ΛΑΪΟΝ

Επιλογές ...από τους Πολεμιστές της!

Αρέσει σε %d bloggers: